Δημοσίευση

Κλῆρος καὶ λαός, σὲ ὄλες τῆς Ἐνορίες τῆς Ἱερᾶς Μητροπόλεως Μαντινείας καὶ Κυνουρίας ἔψαλαν τὸ ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ.
Ὁ Σεβ. Μητροπολίτης Μαντινείας καὶ Κυνουρίας κ.κ. ΑΛΕΞΑΝΔΡΟΣ, τέλεσε τὴν Ἀναστάσιμη Θεία Λειτουργία στον Μητροπολιτικὸ Ἱερὸ Ναὸ Ἁγίου Βασιλείου Τριπόλεως.
Εὐσεβεῖς Χριστιανοὶ ἀπὸ νωρὶς προσέτρεξαν στην Ἀκολουθία τῆς Ἀναστάσεως καὶ ἐν συνεχείᾳ συμμετείχαν μὲ εὐλάβειᾳ στήν Θείᾳ Λειτουργίᾳ, ὅπου καὶ κοινώνησαν τὸ Τίμιο Σῶμα καὶ Αἷμα τοῦ Ἀναστᾶντος Χριστοῦ μὰς.
χ ρ ι σ τ ο σ α ν ε σ τ η ! ! !

Αἱ εἰς τὸν ἐνταφιασμὸν τοῦ Σωτῆρος, κατὰ τὴν ἑσπέραν τῆς Παρασκευῆς, παρευρεθεῖσαι γυναῖκες, Μαρία ἡ Μαγδαληνὴ μετὰ τῶν λοιπῶν, ὑποστρέψασαι ἀπὸ τοῦ Γολγοθᾶ εἰς τὴν πόλιν, ἡτοίμασαν ἀρώματα καὶ μύρα, ἵνα ἐλθοῦσαι μετὰ ταῦτα ἀλείψωσι τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ τῇ μὲν ἐπαύριον, διὰ τὴν περὶ τῆς ἀργίας τοῦ Σαββάτου ἐντολὴν ἡσύχαζον δι’ ὅλης τῆς ἡμέρας.
Κατὰ δὲ τὸν βαθὺν ὄρθρον τῆς ἐφεξῆς Κυριακῆς, ἥτις ὑπὸ τῶν Εὐαγγελιστῶν ὀνομάζεται πρώτη Σαββάτου καὶ μία Σαββάτων, ἤγουν πρώτη τῆς ἑβδομάδος ἡμέρα, Μαρτίου τότε κε”, μετὰ τριάκοντα ἕξ ὥρας σχεδὸν ἀπὸ τῆς τοῦ ζωοδότου Λυτρωτοῦ νεκρώσεως, ἔρχονται, μετὰ τῶν νεκρωσίμων ἀρωμάτων εἰς τὸ μνημεῖον. Καὶ ἐνῷ διαλογίζονται τὴν δυσκολίαν τῆς τοῦ λίθου ἀποκυλίσεως ἐκ τῆς θύρας τοῦ μνημείου, γίνεται σεισμὸς φοβερὸς καὶ Ἄγγελος ἀστραπηφόρος τὴν ὄψιν, χιονόφωτος τὴν στολήν, ἀποκυλίσας τὸν λίθον καὶ καθεσθεὶς ἐπ” αὐτοῦ ἀπενέκρωσεν ἀπὸ τοῦ φόβου τοὺς φύλακας, καὶ ἔτρεψεν αὐτοὺς εἰς φυγήν.
Αἱ δὲ γυναῖκες εἰσελθοῦσαι εἰς τὸ μνημεῖον καὶ μὴ εὑροῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ, βλέπουσιν ἄλλους δύο Ἀγγέλους λευκοφοροῦντας, ἐν σχήματι ἀνδρικῷ, οἵ καὶ μηνύσαντες τὴν ἔγερσιν τοῦ Σωτῆρος ἀποστέλλουσιν αὐτὰς ἵνα, δραμοῦσαι ταχέως, ἀπαγγείλωσιν εἰς τοὺς μαθητὰς τὰ φαιδρὰ εὐαγγέλια.
Ἐν τοσούτῳ φθάνει καὶ ὁ Πέτρος μετὰ τοῦ Ἰωάννου, μαθόντες τὰ γενόμενα παρὰ τῆς Μαγδαληνῆς, ὡς εἴρηται, καὶ ἐξελθόντες εἰς τὸν τάφον εὑρίσκουσι μόνα τὰ σάβανα. Διὸ ἐπανέρχονται πάντες εἰς τὴν πόλιν μετὰ χαρᾶς, κήρυκες τῆς ὑπερφυοῦς ἀναστάσεως τοῦ Χριστοῦ, ὅν καὶ εἶδον ζῶντα πραγματικῶς πεντάκις κατὰ τὴν σήμερον ἑορτήν.
Ταύτην οὖν τὴν χαρμόσυνον ἀνάστασιν ἑορτάζοντες σήμερον, ἀσπαζόμεθα ἀλλήλους τὸν ἐν Χριστῷ ἀσπασμόν, δεικνύοντες διὰ τούτου τὴν κατάλυσιν τῆς πρῴην ἔχθρας μεταξὺ ἡμῶν καὶ τοῦ Θεοῦ, καὶ τὴν πρὸς ἡμᾶς πάλιν αὐτοῦ διαλλαγὴν διὰ τοῦ πάθους τοῦ Σωτῆρος. Καὶ ἡ μὲν ἑορτὴ ὀνομάζεται Πάσχα, ὁμωνύμως τῶ Πάσχα τῶν Ἑβραίων ὅπερ, κατὰ τὴν γλῶσσαν αὐτῶν, σημαίνει διάβασιν διότι ὁ παθών καὶ ἀναστὰς Ἰησοῦς διεβίβασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ Ἀδὰμ καὶ τῆς δουλείας τοῦ Διαβόλου εἰς τὴν ἀρχαίαν ἐλευθερίαν καὶ μακαριότητα.
Ἡ δὲ παροῦσα τῆς ἑβδομάδος ἡμέρα, ἥτις ἐστὶν ἡ πρώτη τῶν λοιπῶν, ἀφιερωθεῖσα εἰς τὴν τιμὴν τοῦ Κυρίου, ἐπωνομάσθη ἐκ τοῦ ὀνόματος αὐτοῦ Κυριακή, καὶ εἰς αὐτὴν μετετέθη ὑπὸ τῶν Ἀποστόλων ἡ ἀργία καὶ ἡ ἀνάπαυσις τῆς ἑορτῆς τοῦ Σαββάτου τοῦ παλαιοῦ νόμου.
χ ρ ι σ τ ο ς α ν ε σ τ η ! ! !